Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.218 Joseph. AJ 6.221 (English) >>Joseph. AJ 6.225

6.220 δὲ Δαυίδης ἐκφυγὼν τὸν κίνδυνον ἧκε πρὸς τὸν προφήτην Σαμουῆλον εἰς Ἀραμαθὰ καὶ τὴν ἐπιβουλὴν αὐτῷ τὴν τοῦ βασιλέως ἐδήλωσε καὶ ὡς παρὰ μικρὸν ὑπʼ αὐτοῦ τῷ δόρατι βληθεὶς ἀποθάνοι, μήτʼ ἐν τοῖς πρὸς αὐτὸν κακὸς γενόμενος μήτʼ ἐν τοῖς πρὸς τοὺς πολεμίους ἀγῶσιν ἄνανδρος, ἀλλʼ ἐν ἅπασι μετὰ τοῦ θυμοῦ καὶ ἐπιτυχής. τοῦτο δʼ ἦν αἴτιον Σαούλῳ τῆς πρὸς Δαυίδην ἀπεχθείας. 6.221

Μαθὼν δʼ προφήτης τὴν τοῦ βασιλέως ἀδικίαν καταλείπει μὲν τὴν πόλιν Ἀραμαθάν, ἀγαγὼν δὲ τὸν Δαυίδην ἐπί τινα τόπον Γαλβουὰθ ὄνομα ἐκεῖ διέτριβε σὺν αὐτῷ. ὡς δʼ ἀπηγγέλη τῷ Σαούλῳ παρὰ τῷ προφήτῃ τυγχάνων Δαυίδης πέμψας ὁπλίτας πρὸς αὑτὸν ἄγειν προσέταξε συλλαμβάνοντας. 6.222οἱ δʼ ἐλθόντες πρὸς τὸν Σαμουῆλον καὶ καταλαβόντες προφητῶν ἐκκλησίαν τοῦ θείου μεταλαμβάνουσι πνεύματος καὶ προφητεύειν ἤρξαντο· Σαοῦλος δʼ ἀκούσας ἄλλους ἔπεμψεν ἐπὶ τὸν Δαυίδην· κἀκείνων ταὐτὸ τοῖς πρώτοις παθόντων πάλιν ἀπέστειλεν ἑτέρους· προφητευόντων δὲ καὶ τῶν τρίτων τελευταῖον ὀργισθεὶς αὐτὸς ἐξώρμησεν. 6.223ἐπεὶ δʼ ἐγγὺς ἦν ἤδη, Σαμουῆλος πρὶν ἰδεῖν αὐτὸν προφητεύειν ἐποίησεν. ἐλθὼν δὲ πρὸς αὐτὸν Σαοῦλος ὑπὸ τοῦ πολλοῦ πνεύματος ἐλαυνόμενος ἔκφρων γίνεται καὶ τὴν ἐσθῆτα περιδύσας ἑαυτὸν καταπεσὼν ἔκειτο διʼ ὅλης ἡμέρας τε καὶ νυκτὸς Σαμουήλου τε καὶ Δαυίδου βλεπόντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.218 Joseph. AJ 6.221 (English) >>Joseph. AJ 6.225

Powered by PhiloLogic